Esther 6

1 δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. 3εἶπεν δὲ βασιλεύς Τίνα δόξαν χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου ἰδοὺ Αμαν ἐν τῇ αὐλῇ· εἶπεν δὲ βασιλεύς Τίς ἐν τῇ αὐλῇ; δὲ αμαν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ἡτοίμασεν. 5καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως Ἰδοὺ Αμαν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν βασιλεύς Καλέσατε αὐτόν. 6εἶπεν δὲ βασιλεὺς τῷ Αμαν Τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπεν δὲ ἐν ἑαυτῷ αμαν Τίνα θέλει βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7εἶπεν δὲ πρὸς τὸν βασιλέα Ἄνθρωπον, ὃν βασιλεὺς θέλει δοξάσαι, 8ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν βασιλεὺς περιβάλλεται, καὶ ἵππον, ἐφ' ὃν βασιλεὺς ἐπιβαίνει, 9καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν βασιλεὺς δοξάζει. 10εἶπεν δὲ βασιλεὺς τῷ Αμαν Καθὼς ἐλάλησας, οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας. 11ἔλαβεν δὲ Αμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων Οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν βασιλεὺς θέλει δοξάσαι. 12ἐπέστρεψεν δὲ Μαρδοχαῖος εἰς τὴν αὐλήν, Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13καὶ διηγήσατο Αμαν τὰ συμβεβηκότα αὐτῷ Ζωσαρα τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ γυνή Εἰ ἐκ γένους Ιουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι θεὸς ζῶν μετ' αὐτοῦ. 14ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Αμαν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν Εσθηρ.
Copyright information for LXX